Ancient Greek
35 to 40
Sextus Empiricus, Adversus mathematicos 35-3-40
Not analysed yet
ὑψώματα δὲ καλοῦσιν ἀστέρων, καὶ ταπεινώματα ὡσαύτως, τὰ ἐν οἷς χαίρουσιν ἢ ὀλίγην δύναμιν ἔχουσιν· χαίρουσι μὲν γὰρ ἐν τοῖς ὑψώμασιν, ὀλί- γην δὲ δύναμιν ἔχουσιν ἐν τοῖς ταπεινώμασιν. οἷον ἡλίου μὲν ὕψωμα κριός, καὶ πρὸς ἀκρίβειαν ἡ ἐννεακαιδεκάτη τούτου μοῖρα, ταπείνωμα δὲ τὸ διαμετροῦν ζῴδιον, σελή- νης δὲ πάλιν ὕψωμα μὲν ταῦρος ταπείνωμα δὲ τὸ διαμε- τροῦν, Κρόνου ζυγός, Διὸς καρκίνος, Ἄρεως αἰγόκερως, Ἀφροδίτης ἰχθύες, Ἑρμοῦ παρθένος. καὶ ταπεινώματα τούτων, ὡς ἔφην, τὰ διαμετροῦντα τῶν ὑψωμάτων. ὅρια δὲ ἀστέρων προσαγορεύουσιν ἐν ἑκάστῳ ζῳδίῳ ἐν οἷς ἕκα- στος τῶν ἀστέρων ἀπὸ ποστῆς μοίρας ἐπὶ ποστὴν μοῖραν πλεῖστον δύναται· περὶ ὧν οὐχ ἡ τυχοῦσα παρʼ αὐτοῖς ἐστι καὶ κατὰ τοὺς πίνακας διαφωνία. δορυφορεῖσθαι δὲ ἀστέρας λέγουσιν, . ὅταν μέσοι ὦσιν ἄλλων ἀστέρων ἐν συνεχείᾳ ζῳδίων οἷον ἐὰν τοῦ αὐτοῦ ζῳδίου ὅς μέν τις ἀστὴρ τὰς πρώτας ἐπέχῃ μοίρας ὅς δὲ τὰς τελευταίας ὅς δὲ τὰς ἐν μέσῳ, δορυφορεῖσθαι λέγεται ὁ ἐν μέσῳ ὑπὸ τῶν τὰς ἐπʼ ἄκροις ἐπεχόντων μοίρας. ἐπιβλέπειν δὲ λέγονται ἀλλήλους καὶ συμφωνεῖν ἀλλήλοις ὡς οἱ κατὰ τρίγωνον τετράγωνον φαινόμενοι. κατὰ τρίγωνον μὲν οὖν σχηματίζονται καὶ ἐπιθεωροῦσιν ἀλλήλους ἀστέρες οἱ ἐπὶ τριῶν ζῳδίων ἔχοντες τὸ μεταξὺ διάστημα, κατὰ τετράγωνον δὲ οἱ δυοῖν. |καὶ δοκεῖ κατὰ μὲν τρίγωνον ἀγαθοποιῷ κακοποιὸς συσχηματιζόμενος εὐεργετικὸς εἶ- ναι καὶ πολὺ μᾶλλον ἀγαθοποιός, ἀγαθοποιῷ δὲ ἤπιος αὐτὸ μόνον, καὶ κακοποιὸς κακοποιῷ, κατὰ δὲ τὸ τετρά- γωνον ἀνάπαλιν. ἐπίκεντροι δὲ λέγονται οἱ ἐπί τινος τῶν κέντρων θεωρούμενοι, ἤτοι ἐπὶ τοῦ ὡροσκόπου ἢ τοῦ μεσουρανήματος ἢ δύσεως ἀντιμεσουρανήματος.