Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 35-5
Not analysed yet
καθόλου τε· πῶς οὐ καταγέλαστόν ἐστι λέγειν τὸν οὐρανὸν αὐτὸν ἑαυτοῦ τόπον εἶναι; οὕτω γὰρ ἔσται τὸ αὐτὸ καὶ τὸ ἐν ᾧ ἐστι καὶ τὸ ἐν αὐτῷ, καὶ τὸ αὐτὸ ἕν τε καὶ δύο, σῶμά τε καὶ ἀσώματον. ἡ μὲν γὰρ τὸ αὐτό ἐστιν, ὲν ἔσται, ἡ δὲ περιέχον λαὶ ἐμπεριεχόμενον, δύο γενήσεται, καὶ ᾗ μὲν περιεχόμενον, σῶμα, ᾗ δὲ περιέχον, ἀσώματον· τόπος γὰρ ἦν.