Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>, lines 36-40
Sextus Empiricus, Adversus mathematicos 36-4-40
Not analysed yet
<β΄> εἰ ἔστι
Ὁ μὲν Ἀριστοτέλης (Categ. Ρ. 15a 13) ἐξ εἴδη τῆς κινήσεως ἔλεγεν ὑπάρχειν, ὧν τὸ μέν τι εἶναι τοπικὴν μετάβασιν, τὸ δὲ μεταβολήν, τὸ δὲ γένεσιν, τὸ δὲ φθοράν, τὸ δὲ αὔξησιν, τὸ δὲ μείωσιν·
οἱ δὲ πλείους, ἐν οἷς εἰσι καὶ οἱ περὶ τὸν Αἰνησίδημον, διττήν τινα κατὰ τὸ ἀνωτάτω κίνησιν ἀπολείπουσι, μίαν μὲν τὴν μεταβλητικήν, δευτέραν δὲ τὴν μεταβατικήν,
ὧν μεταβλητικὴ μέν ἐστι κίνησις, καθ’ ἣν τὸ σῶμα ἐν τῇ αὐτῇ μένον οὐσίᾳ ἄλλοτ’ ἄλλην ἀναδέχεται ποιότητα καὶ ἣν μὲν ἀπολείπει, ἣν δὲ ἐπιλαμβάνει, ὁποῖόν τι γίνεται ἐπὶ τοῦ εἰς ὄξος μεταβάλλοντος οἴνου καὶ ἐπὶ τῆς ἐξ ὄμφακος εἰς γλυκὺν χυμὸν μεταβαλλούσης σταφυλῆς ἢ τοῦ ἄλλοτ’ ἄλλως ποικιλομένου τἀς χρόας χαμαιλέοντος ἢ πολύποδος.
ὅθεν καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν καὶ τὴν αὔξησιν, ἔτι δὲ εἰδικὰς κἀς ῥητέον εἶναι μεταβολάς· ἅς φασι καὶ τῇ μεταβλητικῇ κινήσει ὑποστέλλειν, εἶ μή τι τὴν αὔξησιν φήσει τις ἔχεσθαι τῆς μεταβατικῆς κινήσεως, προβαίνουσαν σωμάτων εἴς τε μῆκος καὶ εὖρος.