Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 353-2
Not analysed yet
ἦν γὰρ τὸ ὅλον τῶν πρός τι· ὡς γὰρ πρὸς τὰ μέρη ἐνοεῖτο τὸ] ὅλον. καὶ πάλιν τὰ μέρη τῶν πρός τι· ὧς γὰρ πρὸς τὸ ὅλον νοεῖται μέρη. τὰ δὲ πρός τι ἐν συμμνημονεύσει ἐστὶν ἡμετέρᾳ, ἡ δὲ ἡμετέρα συμμνημόνευσίς ἐστιν ἐν ἡμῖν· τὸ οὖν ὅλον καὶ τὸ μέρος ἐστὶν ἐν ἡμὶν. τὸ δὲ ἐκτὸς ὑποκείμενον αἰσθη- τὸν οὔτε ὅλον ἐστὶν οὔτε μέρος, ἀλλὰ πρᾶγμα οὗ ἡμεῖς ἐπικατηγοροῦμεν τὴν ἡμῶν αὐτῶν συμμνημόνευσιν.