Ancient Greek
351 to 352
Sextus Empiricus, Adversus mathematicos 351-3-352
Not analysed yet
εἰ δὲ τοῦ λοιποῦ τοῦ “ἄειδε θεὰ Πηληιάδεω ’Αχιλῆος”, πῶς οὐ μείζων ἀνακύψει ἀπορία; τὸ γάρ τινος μέρος ἐμπεριέχεται τῷ οὗ ἐστι μέρος, τὸ δὲ “μῆνιν” οὐκ ἐμπεριέχεται τῷ “ἄειδε θεὰ Πηληιάδεω ’Αχιλῆος”· οὐκ ἄρα μέρος ἐστὶ τὸ “μῆνιν” τοῦ ὅλου στίχου. Τοιούτων δὲ ἠπορημένων κατὰ τὸν τόπον εἰώθασιν οἱ δογματικοί, μικρὰν ἀναπνοὴν πορίζοντες αὐτοῖς, λέγειν, ὅτι τὸ μὲν ἐκτὸς ὑποκείμενον καὶ αἰσθητὸν οὔτε ὅλον ἐστὶν οὔτε μέρος, ἡμεῖς δέ ἐσμεν οἱ ἐκείνου τό τε ὅλον καὶ τὸ μέρος ἐπικατηγοροῦντες.