Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 357
Not analysed yet
κἂν λάβῃ δὲ τὸ τῶν αἰσθήσεων πάθος, οὐκ εἴσεται τὰ ἐκτός. ἀνόμοια γάρ ἐστι τὰ ἐκτὸς τοῖς περὶ ἡμὰς πάθεσιν, καὶ μακρῷ διαφέρει ἡ φαντασία τοῦ φανταστοῦ, οἷον ἡ ἀπὸ πυρὸς φαντασία τοῦ πυρός· τὸ μὲν γὰρ καίει, ἡ δ’ οὔκ ἐστι καυστική. ἄλλως τε, κἂν ὅμοια δῶμεν εἶναι τοῖς περὶ ἡμᾶς πάθεσι τὰ ἐκτός, οὐ πάντως τὰ περὶ ἡμᾶς πάθη λαμβάνουσα ἡ διάνοια καταλήψεται τὰ ἐκτός. τὰ γὰρ ὅμοιά τισιν ἕτερά ἐστιν ἐκείνων τῶν οἷς ὅμοιά ἐστιν.