Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 358
Not analysed yet
διόπερ εἰ τὰ ὅμοια τοῖς ἐκτὸς ἡ διάνοια γνωρίζει, οὐ τὰ ἐκτὸς γνωρίζει ἀλλὰ τὰ ὅμοια ἐκείνοις. καὶ ὃν τρόπον ὁ τὸν Σωκράτην ἀγνοῶν τὴν δὲ Σωκράτους εἰκόνα βλέπων οὐκ οἶδεν εἰ ὅμοιός ἰός ἐστι τῇ φαινομένῃ εἰκόνι ὁ Σωκράτης, οὕτως ἡ διάνοια τοῖς πάθεσιν ἐπιβάλλουσα, τὰ <δὲ> ἐκτὸς μὴ θεασαμένη, οὔτε ἐστι ταῦτα εἴσεται, οὔθ’ ὅτι ὅμοιά ἐστι τοῖς πάθεσιν. μὴ γινώσκουσα δὲ τὰ φαινόμενα οὐδὲ τὰ κατὰ τὴν ἀπὸ τούτων μετάβασιν ἀξιούμενα γνωρίζεσθαι ἄδηλα συνήσει, οὑτωσὶ δὲ οὐδὲ κριτήριον ἔσται τῆς ἀληθείας.