Ancient Greek
357 to 364
Sextus Empiricus, Adversus mathematicos 357-2-364
Not analysed yet
ᾧ ἀκολουθεῖ τὸ μηδὲ μέρος ὑπάρχειν· τῶν γὰρ πρός τι ἑκάτερόν ἐστι, καὶ τοῦ ἑτέρου τῶν πρός τι ἀναιρεθέντος συναναιρεῖται καὶ τὸ λοιπόν. περὶ σώματος Περὶ τῶν ἀνωτάτω καὶ ἀρχικωτάτων στοιχείων δύο μὲν αἱ πρῶται γεγόνασι στάσεις, πλείους δὲ κατ’ εἶδος. οἱ μὲν γὰρ σώματα ἔλεξαν εἷναι τὰ τῶν ὄντων στοιχεῖα, οἱ δὲ ἀσώματα. καὶ τῶν σώματα φαμένων Φερεκύδης μὲν ὁ Σύριος γῆν ἔλεξε πάντων εἶναι ἀρχὴν καὶ στοιχεῖον, Θαλῆς δὲ ὁ Μιλήσιος ὕδωρ, Ἀναξίμανδρος δὲ ὁ ἀκουστὴς τούτου τὸ ἄπειρον, Ἀναξιμένης δὲ καὶ Ἰδαῖος ὁ Ἱμεραῖος καὶ Διογένης ὁ Ἀπολλωνιάτης καὶ Ἀρχέλαος ὁ Ἀθηναῖος, Σωκράτους δὲ καθηγητής, κατ’ ἐνίους Ἡράκλειτος ἀέρα, Ἵππασος δὲ ὁ Μεταποντῖνος καὶ κατ’ ἐνίους Ἡράκλειτος πῦρ, Ξενοφάης δὲ ὕδωρ καὶ γῆν (B 33 Diels) (πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα). Ἵππων δὲ ὁ Ῥηγῖνος πῦρ καὶ ὕδωρ, Οἰνοπίδης δὲ ὁ Χῖος πῦρ καὶ Ὀνομάκριτος δὲ ἐν τοῖς Ὀρφικοῖς πῦρ καὶ ὕδωρ καὶ γῆν, οἱ δὲ περὶ τὸν Ἐμπεδοκλέα (B 6 Diels) καὶ οἱ ἀπὸ τῆς Στοᾶς γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ (τέσσαρα γὰρ πάντων ῥιζώματα πρῶτον ἄκουε· Ζεὺς ἀργὴς Ἥρη τε φφέσβιος ἠδ’ Ἀιδωνεύς Δῆστίς θ’, ἣ δακρύοις τέγγει κρούνωμα βρότειον), Δημόκριτος δὲ καὶ Ἐπίκουρος ἀτόμους, εἰ μή τι ἀρχαιοτέραν ταύτην θετέον τὴν δόξαν καί, ὧς ἔλεγεν ὁ Στωικὸς Ποσειδώνιος (p. 177 Bake), ἀπὸ Μώχου τινὸς ἀνδρὸς Φοίνικος καταγομένην, Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος ὁμοιομερείας, Διόδωρος δὲ ὁ ἐπικληθεὶς Κρόνος ἐλάχιστα καὶ ἀμερῆ σώματα, Ἀσκληπιάδης δὲ ὁ Βιθυνὸς ἀνάρμους ὄγκους. τῶν δὲ ἀσώματα δοηματιζόντων οἱ μὲν περὶ Πυθαγόραν τοὺς ἀριθμοὺς ἔλεξαν πάντων ἄρχειν, οἱ δὲ μαθηματικοὶ τὰ πέρατα τῶν σωμάτων, οἱ δὲ περὶ τὸν Πλάτωνα τὰς ἰδέας.