Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 365-2
Not analysed yet
τοιαύτης δὲ οὔσης τῆς κατὰ γένος καὶ κατ’ εἶδος τῶν φυ- σικῶν διαστάσεως, ἐνέσται πρὸς πάντας κοινῶς ἀντερεῖν, ἐν μέρει περὶ τε τῶν σωμάτων καὶ τῶν ἀσωμάτων διαπορήσαντας· ρήσαντας· ὧδε γὰρ ἕκαστος τῶν κατ’ ἠριθμημένων σωματικὰς μὲν ἀπολείπων τὰς πάντων ἀρχὰς ταῖς κατὰ τοῦ σώματος κομιζομέναις ἀπορίαις ὑποπεσεῖται, ἀσωμάτους δὲ δογματίζων ταῖς κατὰ τῶν ἀσωμάτων.