Ancient Greek
36 to 37
Sextus Empiricus, Adversus mathematicos 36-37
Not analysed yet
Περὶ τρόπου μαθήσεως Ἢ γὰρ ἐναργείᾳ γίνεται ἢ λόγῳ τὰ τῆς διδασκαλίας. ἀλλὰ τούτων ἡ μὲν ἐνάργεια τῶν δεικτῶν ἐστί, τὸ δὲ δεικτὸν φαινόμενον, τὸ δέ φαινόμενον, ᾗ φαίνεται, κοινῶς πᾶσι ληπτόν, τὸ δὲ κοινῶς πᾶσι ληπτὸν ἀδίδακτον· οὐκ ἄρα τὸ ἐναργείᾳ δεικτὸν διδακτόν. ὁ δὲ λόγος ἤτοι σημαίνει ἢ οὐ σημαίνει. καὶ μηδὲν μὲν σημαίνων οὐδὲ διδάσκαλός τινός ἐστι, σημαίνων δὲ ἤτοι φύσει τι ση- μαίνει ἢ θέσει. καὶ φύσει μέν οὐ σημαίνει διὰ τὸ μὴ πάντας πάντων ἀκούειν, Ἕλληνας βαρβάρων καὶ βαρβά- ρους Ἑλλήνων ἢ Ἕλληνας Ἑλλήνων ἢ βαρβάρους βαρβά- ρων θέσει δὲ εἴπερ σημαίνει,