Ancient Greek
ΠΡΟΣ ΜΑΘΗΜΑΤΙΚΟΥΣ
Sextus Empiricus, Adversus mathematicos 38
Not analysed yet
δῆλον ὡς οἱ μέν προ- κατειληφότες τὰ καθʼ ὧν αἱ λέξεις κεῖνται καὶ ἀντι- λήψονται τούτων, οὐ τὸ ἀγνοούμενον ἐξ αὐτῶν διδα σκό- μενοι, τὸ δʼ ὅπερ ἤδεισαν ἀνανεούμενοι, οἱ δὲ χρῄζυντες τῆς τῶν ἀγνοουμένων μαθήσεως οὐκέτι. Εἰ οὖν οὔτε τὸ διδασκόμενον ἔστιν οὔτε ὁ διδάσκων οὔτε ὁ μανθάνων οὔτε ὁ τρόπος τῆς μαθήσεως, δῆλον ὡς οὐδέ μάθημα, οὐδέ ὁ μαθήματος προεστώς.