Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 36-3
Not analysed yet
ὃν γὰρ τρόπον ἐν τῇ τῶν βαρέων καὶ κούφων ἐξετάσει τρία ἐστὶ κριτήρια, ὅ τε ζυγοστάτης καὶ ὁ ζυγὸς καὶ ἡ τοῦ ζυγοῦ θέσις, τούτων δὲ ὁ μὲν ζυγοστάτης κριτήριον ἦν τὸ ὑφ’ οὗ, ὁ δὲ ζυγὸς τὸ δι’ οὗ, ἡ δὲ θέσις τοῦ ζυγοῦ 00 ’ς σχέσις, καὶ πάλιν ὃν τρόπον πρὸς τὴν τῶν εὐθειῶν καὶ στρεβλῶν διάκρισιν τεχνίτου τε καὶ κανόνος καὶ τῆς τούτου πρόσ’ βολῆς ἐστι χρεία, κατὰ τὰ αὐτὰ καὶ ἐν φιλοσοφίᾳ πρὸς τὴν τῶν ἀληθῶν τε καὶ ψευδῶν διάγνωσιν δεόμεθα τῶν προειρημένων ἡμῖν τριῶν κριτηρίων,