Ancient Greek
36 to 37
Sextus Empiricus, Adversus mathematicos 36-5-37
Not analysed yet
τὸ ὠφελοῦν καὶ δι’ αὐτὸ αἱρετὸν καὶ εὐδαιμονίας ποιητικόν, οὐκέτι ὁμοφρονήσουσι, καίπερ συμφώνως πρότερον αὐτὸ λέγοντες τὸ ὠφελοῦν καὶ τὸ αἱρετόν, ἀλλ’ εἰς ἄπιστον ἐξενεχθήσονται πόλεμον, τοῦ μὲν ἀρετὴν λέγοντος, τοῦ δ’ ἡδονήν, τοῦ δ’ ἀλυπίαν, τοῦ δ’ ἄλλο τι τῶν διαφερόντων. εἰ δέ γε ἐκ τῶν προειρημένων ὅρων ἐδείκνυτο, ὃ ἔστι τὸ ἀγαθόν, οὐκ ἂν ἐπεστασίαζον ὧς ἀγνοουμένης τῆς τἀγαθοῦ φύσεως. τοίνυν οὐχ ὃ ἔστι τὸ ἀγαθὸν οἱ ἐκκείμενοι ὅροι διδάσκουσιν, ἀλλὰ τὸ συμβεβηκὸς τἀγαθῷ. διόπερ οὐδὲ κατὰ τοῦτο μόνον εἰσὶ μοχθηροί, ἀλλὰ καὶ καθόσον ἀδυνάτου τινὸς ἐφίενται πράγματος·