Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 38-7
Not analysed yet
ὁ γὰρ ἀγνοῶν τι τῶν ὄντων, οὗτος οὐδὲ τὸ συμβεβηκὸς ἐκείνῳ γινώσκειν δύναται. οἷον ὁ πρὸς τὸν ἀγνοοῦντα, τί ἐστιν ἵππος, λέγων· “ἳππος ἐστὶ ζῷον χρε- μετιστικόν” οὐ διδάσκει, ὃ ἔστιν ἵππος· τῷ γὰρ μὴ γινώσκοντι τὸν ἵππον καὶ τὸ χρεμετίζειν ἀγνοεῖται, ὅπερ ἦν τοῦ ἵππου συμβεβηκός. καὶ ὁ πρὸς τὸν μὴ κατ’ εἰληφότα, τί ἐστι βοῦς, προφερόμενος· “βοῦς ἐστι ζῷον μυκητικόν” οὐ παρίστησι τὸν βοῦν· τῷ γὰρ μὴ γινώσκοντι τοῦτον συνακαταληπτεῖται καὶ τὸ μυκᾶσθαι, συμβεβηκὸς ὑπάρχον τοῦ βοός.