Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 364
Not analysed yet
κἂν ὑποθώμεθα δὲ τὴν διάνοιαν διὰ τῶν αἰσθητικῶν πόρων ὥσπερ τινῶν ὀπῶν προκύπτουσαν καὶ χωρὶς τῶν προκειμένων αὐτῆς αἰσθήσεων τοῖς ἐκτὸς πράγμασι προσβάλλουσαν, ἄπορος οὐδὲν ἧσσον καὶ κατὰ τοῦτο ἡ ὑπόθεσις εὑρεθήσεται. δεῖ γὰρ τὴν οὕτω τῶν ὑποκειμένων ἀντιλαμβανομένην διάνοιαν ὡς ἐναργῶν τῶν ὑποκειμένων ἀντιλμβάνεσθαι, οὐδὲν δέ ἐστιν ἐναργές, ὧς παραστήσομεν· οὐκ ἄρα δυνατόν ἐστι τὸ ἐν τοῖς ὑποκειμένοις ἀληθὲς λαβεῖν. ἐναργὲς γὰρ ἀξιοῦται τυγχάνειν ὑπὸ τῶν ἐναντίων τὸ ἐξ ἑαυτοῦ λαμβανόμενον καὶ μηδενὸς ἑτέρου χρῇζον εἰς παράστασιν.