Ancient Greek
365 to 366
Sextus Empiricus, Adversus mathematicos 365-366
Not analysed yet
οὐδὲν δὲ ἐξ ἑαυτοῦ πέφυκε λαμβάνεσθαι, ἀλλὰ πάντα ἐκ πάθους, ὅπερ ἕτερον ἦν τοῦ ποιοῦντος αὐτὸ φανταστοῦ· γλυκανθεὶς γὰρ μέλιτος προσαχθέντος στοχάζομαι, ὅτι γλυκύ ἐστι τὸ ἐκτὸς ὑποκείμενον μέλι, καὶ ἀλεανθεὶς πυρὸς προσαχθέντος σημειοῦμαι ἐκ τῆς ἐμὲ διαθέσεως, ὅτι τὸ ἐκτὸς ὑποκείμενον πῦρ ἀλεεινόν ἐστι, καὶ ἐπὶ τῶν ἄλλων αἰσθητῶν ὁ αὐτὸς λόγος. ἐπεὶ οὖν τὸ ἐξ ἑτέρου ληπτὸν συμφώνως κατὰ πάντας ἄδηλόν ἐστι, πάντα δὲ ἐκ παθῶν ἡμετέρων ἕτερα ὄντα τούτων λαμβάνεται, πάντα ἐστὶ τὰ ἐκτὸς ἄδηλα καὶ διὰ τοῦτο ἡμῖν ἄγνωστα· δεῖ γὰρ εἰς τὴν τῶν ἀφανῶν γνῶσιν ἐναργές τι παρεῖναι, καὶ τούτου μὴ παρόντος οἴχεται καὶ ἡ ἐκείνων κατάληψις.