Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 366
Not analysed yet
ἡγείσθω δὲ ὁ περὶ τοῦ σώματος λόγος, τὴν ἀρχὴν τῆς σκέψεως λαμβάνων ἀπὸ τῆς ἐννοίας. Εὐθέως τοίνυν κατὰ μὲν τοὺς σῶμα νοοῦντας τὸ οἶόν τε παθεῖν ἢ διαθεῖναι, ὧν ἀρχηγὸς ἱστορεῖται ὁ Πυθαγόρας, ἤδη σχεδὸν ἀνῃρήκαμεν τὸ σῶμα, καὶ οὐ δεόμεθα πρὸς τοῦτο καινοτέρων λόγων· εἰ γὰρ σῶμά ἐστι τὸ οἷόν τε παθεῖν ἢ ποιῆσαι, ἐπεὶ οὐδὲν ποιοῦν ἢ πάσχον δέδεικται ἡμῖν §§195 —330), οὐδὲν ἂν εἴη τὸ ἐπινοούμενον σῶμα.