Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 369
Not analysed yet
Πῶς δὲ οὐχὶ καὶ ἡ περὶ τῶν ἀνωτάτω πραγμάτων διάστασις παρὰ τοῖς φιλοσόφοις ἀφαιρεῖται τὴν τῆς ἀληθείας γνῶσιν; εἰ γὰρ τῶν φυσικῶν οἱ μὲν πάντα ἀνῃρήκασι κάσι τὰ φαινόμενα, ὡς οἱ περὶ Δημόκριτον, οἱ δὲ πάντα ἔθεσαν, ὧς οἱ περὶ τὸν Ἐπίκουρον καὶ Πρωταγόραν, οἱ δὲ τινὰ μὲν ἀνεῖλον τινὰ δὲ ἔθεσαν, ὡς οἱ ἀπὸ τῆς Στοᾶς καὶ τοῦ Περιπάτου, πάντῃ τε καὶ πάντως, ἐάν τε τὴν διάνοιαν ἐάν τε τὴν αἴσθησιν ἐάν τε τὸ συναμφότερον ὑπόθηταί θῆταί τις κριτήριον, δεῖ πρῶτον εἰς τὴν τούτων κρίσιν ἤτοι φαινόμενόν τι παραληφθῆναι ἢ ἄδηλον. ἀλλὰ φαινόμενον μὲν οὐχ οἷόν τε· ἐκ γὰρ τῆς ἀμφισβητουμένης Ὕλης ὑπάρχον ἀμφισβητήσιμον ἔσται καὶ διὰ τοῦτο οὐ κριτήριον. εἰ δὲ ἄδηλον, ἀνέστραπται τὰ πράγματα, μάτα, εἰ ἐκ τοῦ μὴ γιγνωσκομένου βεβαιοῦται τὸ δοκοῦν γιγνώσκεσθαι· ὅπερ ἄτοπον.