Ancient Greek
370 to 371
Sextus Empiricus, Adversus mathematicos 370-371
Not analysed yet
Πλὴν συγκεχωρήσθω γε ἡ τἀνθρώπου καὶ τῶν αἰσθήσεων καὶ τῆς διανοίας ὑπόστασις εἰς τὸ προβαίνειν τὴν τῶν δογματικῶν ἀξίωσιν. ἀλλ’ ἴνα καὶ διὰ τούτων τι γνωσθῇ, δεῖ τὸ τρίτον ὁμολογῆσαι κριτήριον, τουτέστι φαντασίαν· οὔτε γὰρ ἡ αἴσθησις οὔτε ὁ νοῦς δίχα τοῦ φανταστικῶς ἑτεροιοῦσθαι δύναταί τισιν ἐπιβάλλειν. καὶ τοῦτο δὲ τὸ κριτήριον πολλῆς ἀπορίας ἐστὶ πλῆρες, ὧς πάρεστι σκοπεῖν τάξει τὴν ἀρχὴν τῶν λόγων ἄνωθεν ποιησαμένοις. ἐπεὶ γὰρ τῶν τῇ φαντασίᾳ τὰ πράγματα κανονιζόντων οἱ μὲν τῇ καταληπτικῇ προσέσχον οἱ δὲ τῇ πιθανῇ, τὸ κοινὸν ἀμφοτέρων γένος ἡμεῖς ἐκλαβόντες, τουτέστιν αὐτὴν τὴν φαντασίαν, ἀναιρῶμεν·