Ancient Greek
39 to 41
Sextus Empiricus, Adversus mathematicos 39-3-41
Not analysed yet
πᾶσα δὲ ἐπιστήμη πὼς ἔχον ἐστὶν ἡγεμονικόν, ὥσπερ καὶ ἡ πὼς ἔχουσα χεὶρ πυγμὴ νοεῖται· τὸ δὲ ἡγεμονικὸν σῶμα κατὰ τούτους ὑπῆρχεν· τοίνυν καὶ ἡ ἀλήθεια κατὰ γένος ἔσται σωματική. συστάσει δὲ καθόσον τὸ μὲν ἀληθὲς ὧς μονοειδές τι καὶ ἁπλοῦν τὴν φύσιν νενόηται, οἶον ἐπὶ τοῦ παρόντος τὸ ‘‘ἡμέρα ἔστιν” καὶ τὸ ‘‘ἐγὼ διαλέγομαι’’ ἡ δὲ ἀλήθεια ὧς ἂν ἐπιστήμη καθεστηκυῖα τοὐναντίον συστηματική τε καὶ πλειόνων ἄθροισμα τυγχάνειν ὑπείληπται. ᾧ οὖν λόγῳ ἕτερόν τί ἐστιν ὁ δῆμος καὶ ἕτερον ὁ πολίτης, καὶ δῆμος μὲν τὸ ἐκ πολλῶν πολιτῶν ἄθροισμα, πολίτης δὲ ὁ εἶς, τῷ αὐτῷ λόγῳ διενήνοχεν <ἡ> ἀλήθεια τοῦ ἀληθοῦς,καὶ ἡ μὲν ἀλήθεια τῷ δήμῳ, τὸ δὲ ἀληθὲς τῷ πολίτῃ, διὰ τὸ τὴν μὲν εἶναι συστηματικήν, τὸ δὲ ἀπλοῦν.