Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 42-4
Not analysed yet
δυνάμει δὲ ταῦτα ἀλλήλων κεχώρισται, ἐπεὶ τὸ μὲν ἀληθὲς οὐ πάντως ἐπιστήμης εἴχετο (καὶ γὰρ ὁ φαῦλος καὶ ὁ νήπιος καὶ ὁ μεμηνὼς λέγει μέν ποτέ τι ἀληθές, οὐκ ἔχει δὲ ἐπιστήμην ἀληθοῦς), ἡ δὲ ἀλήθεια κατ’ ἐπιστήμην θεωρεῖται. ὅθεν καὶ ὁ ταύτην σοφός ἐστιν ἐπιστήμην γὰρ εἶχεν ἀληθῶν) καὶ οὔποτε ψεύδεται, κἂν ψεῦδος λέγῃ, διὰ τὸ μὴ ἀπὸ κακῆς ἀλλ’ ἀπὸ ἀστείας αὐτὸ διαθέσεως προφέρεσθαι.