Ancient Greek
393 to 394
Sextus Empiricus, Adversus mathematicos 393-2-394
Not analysed yet
Καθόλου τε τὸ ἐπινοούμενον πᾶν ἤτοι κατ’ ἐμπέλασιν τῶν ἐναργῶν νοεῖται ἢ κατὰ τὴν ἀπὸ τῶν ἐναργῶν μετάβασιν, καὶ τοῦτο ποικίλως, ὁτὲ μὲν κατὰ ὁμοιότητα, ὁτὲ δὲ κατὰ ἐπισύνθεσιν, ὁτὲ δὲ κατὰ ἀναλογίαν, καὶ ταύτην δὲ ἤτοι αὐξητικὴν ἢ μειωτικήν. κατ’ ἐμπέλασιν μὲν οὖν τῶν ἐναργῶν νοεῖται ὡς λευκὸν καὶ μέλαν καὶ γλυκὺ καὶ πικρόν· ταῦτα γὰρ καὶ εἰ αἰσθητά ἐστιν, ἀλλ’ οὐδὲν ἧττον νοεῖται. κατὰ δὲ τὴν ἀπὸ τῶν ἐναργῶν μετάβασιν ὁμοιωτικῶς μὲν νοεῖται οἶον ἀπὸ [μὲν] τῆς Σωκράτους εἰκόνος ὁ μὴ παρὼν Σωκράτης,