Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 395-3
Not analysed yet
συνθετικῶς δὲ οἷον ἀπὸ τοῦ ἀνθρώπου καὶ ἳππου ὁ μήτε ἄνθρωπος ὢν μήτε ἳππος, σύνθετος δὲ ἐξ ἀμφοτέρων Ἱπποκένταυρος, κατὰ δὲ ἀναλογίαν αὐξητικὴν ἢ μειωτικὴν οἷον ἀπὸ τοῦ ὁρᾶν τὸν κοινὸν κατὰ μέγεθος ἄνθρωπον καὶ ὑποπίπτοντα αὐξήσαντες μὲν ταῖς φαντασίαις ἐνοήσαμεν τὸν Κύκλωπα, ὃς οὐκ ἐῴκει (ι 191) ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι, μειώσαντες δὲ ἐσπάσαμεν ἔννοιαν τοῦ πυγμαίου ἀνθρώπου.