Ancient Greek
396 to 397
Sextus Empiricus, Adversus mathematicos 396-2-397
Not analysed yet
τοσούτων δὴ τρόπων νοήσεως ὄντων, εἰ ἐπινοεῖταί τι μῆκος ἀπλατὲς ἡ γραμμή, κατά τινα τούτων τῶν τρόπων ὀφείλει ἐπινοεῖσθαι· κατ’ οὐδένα δὲ αὐτῶν δύναται νοηθῆναι, ὡς παραστήσομεν, ὥστε ἀνεπινόητόν ἐστιν. κατὰ μὲν οὖν ἐμπέλασιν τῶν ἐναργῶν οὐκ ἂν γένοιτο νόησις μήκους τινὸς ἀπλατοῦς· οὐδενὶ γὰρ περιεπέσομεν μήκει χωρὶς πλάτους ἐν τοῖς φαινομένοις καὶ ἐναργέσι πράγμασιν.