Ancient Greek
398 to 403
Sextus Empiricus, Adversus mathematicos 398-2-403
Not analysed yet
ὥστε ἡ κατάληψις προηγουμένην ἔχει τὴν καταληπτικὴν φαντασίαν, ἧς ἐστι συγκατάθεσις. ἡ δὲ καταληπτικὴ φαντασία προάγουσαν εἶχε τὴν φαντασίαν, ἧς ἐστιν εἶδος. φαντασίας γὰρ μὴ οὔσης οὐδὲ καταληπτικὴ ἔστι φαντασία, παρόσον τοῦ γένους μὴ ὄντος οὐδὲ τὸ εἶδος ἔστιν· καὶ καταληπτικῆς μὴ οὔσης φαντασίας οὐδὲ συγκατάθεσις ἔστιν αὐτῆς. τῆς δὲ καταληπτικῆς φαντασίας τῆς συγκαταθέσεως αἰρομένης αἴρεται καὶ ἡ κατάληψις. ἔνθεν, ἂν ἐπιδειχθῇ, διὰ] τῆς ἀποδείξεως ὅτι οὐ δύναται φαντασία γενέσθαι κατὰ τοὺς Στωικούς, δῆλον ἔσται, ὡς οὐδὲ καταληπτικὴ φαντασία τις ὑποστήσεται τῆς ἀποδείξεως, ταύτης δὲ μὴ οὔσης οὐδ’ ἡ συγκατάθεσις αὐτῆς, ὅπερ ἦν ἡ κατάληψις. Ὅτι δὲ οὐκ ἔστιν ἀποδείξεως φαντασία κατὰ τοὺς Στωικούς, δείκνυται πρῶτον μὲν ἐκ τοῦ κοινότερον παρ’ αὐτοῖς διαπεφωνῆσθαι τὸ τί ποτ’ ἔστιν ἡ φαντασία· μέχρι γὰρ τοῦ τύπωσιν αὐτὴν λέγειν ἐν ἡγεμονικῷ συμφωνήσαντες περὶ αὐτῆς διαφέρονται τῆς τυπώσεως, Κλεάνθους (fr. 484 Arn). μὲν κυρίως ἀκούσαντος τὴν μετὰ εἰσοχῆς καὶ ἐξοχῆς νοουμένην, Χρυσίππου (fr. II 56 Arn.) δὲ καταχρηστικώτερον ἀντὶ τῆς ἀλλοιώσεως. εἰ δὴ καὶ κατ’ ἐκείνους αὐτοὺς ἡ τύπωσις μέχρι τοῦ νῦν οὐχ ὁμολογεῖται, ἀνάγκη καὶ τὴν φαντασίαν ἄχρι δεῦρο διαφωνουμένην ἐν ἐποχῇ φυλάσσεσθαι καὶ τὴν ἐξηρτημένην αὐτῆς ἀπόδειξιν. εἶτα δεδόσθω καὶ εἶναι τὴν φαντασίαν ὁποίαν ποτὲ θέλουσιν, εἴτε κυρίως τύπωσιν τὴν μετὰ εἰσοχῆς καὶ ἐξοχῆς εἴτε ἑτεροίωσιν· ἀλλὰ τὸ πῶς αὕτη γίνεται τῆς ἀποδείξεως τῶν ἀπορωτάτων. δῆλον γὰρ ὅτι τὸ μὲν φανταστὸν ὀφείλει ποιεῖν, τὸ δὲ φαντασιούμενον ἡγεμονικὸν πάσχειν, ἐκεῖνο μὲν ἔνα τυπώσῃ, τοῦτο δ’ ἴνα τυπωθῇ· ἄλλως γὰρ οὐκ εἰκὸς συμβαίνειν φαντασίαν. τὸ μὲν οὖν ἡγεμονικὸν τάχα συγχωρήσει τις δύνασθαι πάσχειν, καίπερ ἀσυγχώρητον ὄν· τὴν δὲ ἀπόδειξιν πῶς εἰκός ἐστι ποιεῖν; ἤτοι γὰρ σῶμα κατ’ αὐτούς ἐστιν ἢ ἀσώματον.