Ancient Greek
404 to 405
Sextus Empiricus, Adversus mathematicos 404-2-405
Not analysed yet
σῶμα μὲν οὖν οὐκ ἔστιν, ἐξ ἀσωμάτων γὰρ λεκτῶν συνέστηκεν· εἰ δὲ ἀσώματον, ἐπεὶ τὰ ἀσώματα κατ’ αὐτοὺς οὔτε ποιεῖν τι πέφυκεν οὔτε πάσχειν, καὶ ἡ ἀπόδειξις ἀσώματος οὖσα οὐδὲν δυνήσεται ποιεῖν, μηδὲν δὲ ποιοῦσα οὐδὲ τυπώσει τὸ ἡγεμονικόν, μὴ τυποῦσα δὲ αὐτὸ οὐδὲ φαντασίαν αὑτῆς ποιήσει περὶ αὐτῷ, εἰ δὲ τοῦτο, οὐδὲ καταληπτικὴν φαντασίαν. μὴ οὔσης δὲ αὐτῆς περὶ τῷ ἡγεμονικῷ καταληπτικῆς φαντασίας, οὐδὲ κατάληψις αὐτῆς γενήσεται.