Ancient Greek
399 to 406
Sextus Empiricus, Adversus mathematicos 399-2-406
Not analysed yet
καὶ μὴν οὐδὲ κατ’ ἐπισύνθεσιν ληπτόν ἐστι τοῦτο· εἰπάτωσαν γὰρ ἡμῖν, τίνα τῶν ἐκ ’π’ περιπτώσεως ἐναργῶς γιγνωσκομένων μετὰ τίνων συντιθέντες ἐνόησαν μῆκος ἀπλατές; ὅπερ εἰπεῖν οὐ δυνήσονται. καὶ μὴν οὐδὲ κατὰ ἀναλογίαν παρῆλθεν ἡ τοῦ ἀπλατοῦς μήκους νόησις. τὰ γὰρ κατὰ ἀναλογίαν νοούμενα ἔχει τι κοινὸν πρὸς τὰ ἀφ’ ὧν νοεῖται, οἶον ἀπὸ τοῦ κοινοῦ μεγέθους τἀνθρώπου κατὰ παραύξησιν ἐνοήσαμεν τὸν Κύκλωπα καὶ ἀπὸ τοῦ αὐτοῦ πάλιν κατὰ μείωσιν τὸν πυγμαῖον· ὥστ’ εἰ ἔστι <τι> τοῖς κατὰ ἀναλογίαν νοουμένοις πρὸς τὰ ἀφ’ ὧν νοεῖται, οὐδὲν δὲ ἔχομεν κοινὸν τοῦ τε ἀπλατοῦς καὶ τοῦ σὺν πλάτει μήκους, ἵνα ἀπ’ ἐκείνου ὁρμηθέντες νοήσωμεν τὸ ἀπλατὲς μῆκος, οὐδὲ κατὰ ἀναλογίαν οὖν νοεῖται τὸ τοιοῦτον. ὅθεν εἰ ἕκαστον τῶν νοουμένων κατά τινα τῶν ἐκκειμένων τρόπων ὀφείλει νοεῖσθαι, ἐδείξαμεν δὲ ἡμεῖς κατὰ μηδένα αὐτῶν νοεῖσθαι δυνάμενον τὸ ἀπλατὲς μῆκος, λεκτέον ἀνεπινόητον εἶναι τὸ ἀπλατὲς μῆκος. ’Αλλ’ ἴσως τις ἐρεῖ, ὅτι λαβόντες τι μῆκος σὺν ποσῷ πλάτει κατ’ ἐπίτασιν νοοῦμεν τὸ ἀπλατὲς μῆκος· εἰ γὰρ ἐκ τούτου κατ’ ὀλίγον ἐλασσοῦται τὸ πλάτος, ἐλεύσεταί ποτε καὶ εἰς τὸ ἀπλατές, ὥστε καταλήγειν τὴν μείωσιν εἰς τὸ χωρὶς πλάτους μῆκος. ἀλλὰ πρῶτον μὲν ἐδείξαμεν, ὅτι ἡ παντελὴς τοῦ πλάτους ἄρσις καὶ τοῦ μήκους ἐστὶν ἀναίρεσις. ἔπειτα τὸ κατ’ ἐπίτασιν νοούμενον οὐχ ἕτερόν ἐστι τοῦ προνοηθέντος, ἀλλ’ αὐτὸ ἐκεῖνο ἐπιτεταμένον. ἐπεὶ οὖν ἀπὸ τοῦ ποσὸν ἔχοντος πλάτος κατ’ ἐπίτασιν στενότητος νοῆσαί τι θέλομεν, πάντως τὸ μὲν ἀπλατὲς μῆκος οὐκ ἐπινοήσομεν (ἑτερογενἐς γάρ ἐστιν), ἀεὶ δὲ καὶ μῆλλον στενώτερον ληψόμεθα πλάτος, ὥστε τὴν κατάληξιν τῆς νοήσεως <ἐν> ἐλαχιστοτάτῳ γίνεσθαι πλάτει, μετὰ δὲ τὴν εἰς τὸ ἑτερογενὲς μετάβασιν συμβαίνειν, τουτέστι τοῦ συναναιρουμένου τῷ πλάτει μήκους.