Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 407-2
Not analysed yet
καθόλου τε, εἰ κατὰ στέρησιν πλάτους νοῆσαι δυνάμεθα μῆκος ἀπλατές, ἐπεὶ πάντα τὰ στερητικὰ οὐκ ἔστιν ἐν ὑποκειμένῳ, οὐδὲ τὸ ἀπλατὲς μῆκος· διὸ οὐδὲ γραμμή. ἵππος μὲν γάρ τι ἔστιν ἐν ὑποκειμένῳ, οὐχ ἵππος δ’ οὐκ ἔστιν, καὶ ἄνθρωπος μὲν ἔστιν, οὐκ ἄνθρωπος δὲ οὐκ ἔστιν. τοίνυν εἰ ἔχομέν τι πλάτος ἤ τι μῆκος, ἐν ὑποκειμένῳ ἔσται· ἀπλατὲς δ’· οὐχ ὑπάρξει.