Ancient Greek
ΠΡΟΣ ΡΗΤΟΡΑΣ
Sextus Empiricus, Adversus mathematicos 40-2
Not analysed yet
τό γε μὴν τῶν παρα- νόμων ψηφισμάτων εἶδος οὐδεὶς ἐτόλμησε γράφειν ἀλλʼ ἢ οἱ ῥήτορες. τὸν γοῦν γραφέντα κατὰ Κτησιφῶντος Δη- μοσθένης πολλὰ βοῶν καὶ τερατευόμενος ἥρπασεν. ὅθεν καὶ ὁ Αἰσχίνης (adv. Ctesiph. 193) |ʼκακὸν ἔθοςʼ φησὶν ῾εἰς τὰ δικαστήρια παρῆλθεν ὁ μὲν γὰρ κατήγορος ἀπο- λογεῖται, ὁ δὲ φεύγων τὴν γραφὴν κατηγορεῖ, οἱ δὲ δι- κασταὶ ὧν μή εἰσι κριταί, περὶ τούτων ψηφοφορεῖν ἀναγκάζονται. ʼ