Ancient Greek
41 to 42
Sextus Empiricus, Adversus mathematicos 41-2-42
Not analysed yet
ἀλλʼ εἰ κατὰ τῶν νόμων ἐστὶν ἡ ῥητορική, πρὸς τῷ μὴ χρησιμεύειν τι καὶ βλαβερὰ καθέστηκεν. οὐ μὴν ἀλλʼ οὐδὲ οἱ δημαγωγοῦντες ῥήτορες ἐπʼ ἀγαθῷ τῶν πόλεων προβαίνουσιν, ἀλλʼ ὃν λόγον ἔχει φαρμακοπώλης πρὸς ἰατρόν, τοῦτον ὁ δημαγωγὸς πρὸς τὸν πολιτικόν. κακοδιδασκαλεῖ γὰρ τοὺς πολλοὺς τὰ κεχαρισμένα λέγων, καὶ διαβολαῖς αὐτοὺς ἐξαλλοτριοῖ πρὸς τοὺς ἀρίστους. λόγῳ μέν γὰρ καὶ τῷ δοκεῖν ὑπὲρ τοῦ κοινῇ συμφέροντος ὑπισχνεῖται πάντα ποιήσειν, ταῖς δὲ ἀληθείαις ἀπʼ οὐ- δενὸς ὑγιοῦς τροφὴν πορίζεται, ἐοικότως ταῖς τίτθαις, αἵ μικρὸν τοῦ ψωμίσματος τοῖς παιδίοις διδοῦσαι τὸ ὅλον καταπίνουσιν.