Ancient Greek
408 to 410
Sextus Empiricus, Adversus mathematicos 408-2-410
Not analysed yet
ὅνπερ οὖν τρόπον οἱ λέγοντες, ὅτι ἕτερον ἑτέρου μέγεθος ὑπερτιθέντες νόησιν λαμβάνουσι τοῦ ἀπείρου μεγέθους ὧς σώματος πλανῶνται, καὶ μέγιστον <μέν> τι καθ’ ὑπέρθεσιν πολλῶν μεγεθῶν οὐκ ἄπειρον δὲ τοῦτο, ἀλλὰ πεπερασμένον (ὃ γὰρ ἔσχατον νενοήκασι, τῇ διανοίᾳ περιληπτόν ἐστιν, ὃ δὲ περιληπτόν ἐστι διανοίᾳ, πεπέρασται, ἐπείπερ τοι τὸ λοιπὸν οὔπω περιληφθὲν τῇ διανοίᾳ ἐλέγχει τὸ περιληφθὲν ὧς μὴ ὂν ἄπειρον), οὕτω τοίνυν κἀνθάδε ἡ συναίρεσις τοῦ πλάτους, εἰς ἐλάχιστον πλάτος καταληγούσης τῆς διανοίας, πλάτος ἐστὶ καὶ οὐ μῆκος ἀπλατές. ἄλλως τε· εἰ δυνατόν ἐστι νοήσαντάς τι μῆκος σὺν ποσῷ πλάτει στερῆσαι αὐτὸ τοῦ πλάτους καὶ τὸ μῆκος ἀπλατὲς ἐπινοεῖν, ἐνέσται καὶ σάρκα ἐπινοήσαντας σὺν τρωτῷ ἰδιώματι στερήσει τοῦ τρωτοῦ ἰδιώματος νοῆσαι ἄτρωτον σάρκα,