Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>, lines 41-43
Sextus Empiricus, Adversus mathematicos 41-7-43
Not analysed yet
γ’ εἰ ἔστι φύσει ἀγαθὸν καὶ κακόν
Ὅτι μὲν οὖν οὐ κεκρατημένως ὑπέγραψαν οἱ δογματικοὶ τὴν ἐπίνοιαν τοῦ τε ἀγαθοῦ καὶ κακοῦ, πρότερον ἐπελογισάμεθα· πρὸς δὲ τὸ εὐχερέστερον συμπεριφέρεσθαι τοῖς περὶ τῆς ὑπάρξεως αὐτοῦ λόγοις αὔταρκές ἐστιν εἰπεῖν, ὡς ἄρα πάντες ἄνθρωποι, καθάπερ ἔλεγε καὶ ὁ Αἰνησίδημος, ἀγαθὸν ἡγούμενοι τὸ αἱροῦν ὁποῖον ἄν ποτ’ ᾖ 5 μαχομένας ἔχουσι τἀς ἐν εἴδει περὶ αὐτοῦ κρίσεις.
καὶ ὃν τρόπον συμφωνοῦντες, εἰ τύχοι, περὶ τοῦ εἶναί τινα σωματικὴν εὐμορφίαν περὶ τῆς εὐμόρφου καὶ καλῆς γυναικὸς στασιάζουσιν, τοῦ μὲν Αἰθίοπος τὴν σιμοτάτην καὶ μελαντάτην προκρίνοντος, τοῦ δὲ Περσοῦ τὴν γρυποτάτην καὶ λευκοτάτην ἀποδεχομένου, ἄλλου δὲ τὴν μέσην κατά τε τὸν χαρακτῆρα καὶ κατὰ τὴν χρόαν πασῶν καλλίονα λέγοντος,