Ancient Greek
<ΠΡΟΣ ΗΘΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 44-5
Not analysed yet
τὸν αὐτὸν τρόπον κατὰ κοινὴν πρόληψιν δοξάζοντες εἶναί τι ἀγαθὸν καὶ κακὸν οἱ τε ἰδιῶται καὶ οἱ φιλόσοφοι, ἀγαθὸν μὲν τὸ αἱροῦν αὐτοὺς καὶ ὠφελοῦν, κακὸν δὲ τὸ ἐναντίως ἔχον, κατ’ εἶδος πρὸς ἀλλήλους πολεμοῦσιν· ἄλλος γάρ τ’ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις (ξ καὶ κατ’ Ἀρχίλοχον (fr. 36 Bergk) ἄλλος ἄλλῳ ἐπ’ ἔργῳ καρδίην ἰαίνεται, εἴγε ὁ μὲν δόξαν ἀσπάζεται, ὁ δὲ πλοῦτον, ἄλλος εὐεξίαν, τὶς δὲ ἡδονήν. καὶ ἐπὶ τῶν φιλοσόφων ὁ αὐτὸς λόγος.