Ancient Greek
413 to 414
Sextus Empiricus, Adversus mathematicos 413-414
Not analysed yet
προύκειτο δὲ τῷ Ἀριστοτέλει παραστῆσαι, οὐχ ὅτι τὸ τινὸς πλάτους ἄμοιρον μῆκος ἐνδέχεται νοεῖν, ἀλλ’ ὅτι τὸ παντὸς πλάτους· ὅπερ οὐ παρέστησεν. Πρὸς τούτοις· εἵπερ οἱ γεωμέτραι οὐ μόνον ἀπλατὲς μῆκός φασι τὴν γραμμήν, ἀλλὰ καὶ πέρας ἐπιφανείας, ὃ μῆκος καὶ πλάτος ἐστὶν ἀβαθές, ἐνέσται κοινότερον περί τε γραμμῆς καὶ ἐπιφανείας διαπορεῖν. εἰ γὰρ ἡ γραμμὴ πέρας ἐστὶν ἐπιφανείας, [ὅ ἐστι,] μῆκος ἀπλατὲς καθεστηκυῖα, πάντως ἐπιφανείας ἐπιφανείᾳ παρατεθείσης ἢ παράλληλοι δύο γίνονται γραμμαὶ ἢ μία ἐξ ἀμφοτέρων.