Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 415-2
Not analysed yet
καὶ εἰ μὲν μία αἱ παράλληλοι δύο γραμμαὶ γίνονται, ἐπεὶ ἡ γραμμὴ πέρας ἐστὶν ἐπιφανείας, ἡ δὲ ἐπιφάνεια πέρας σώματος, τῶν δυεῖν γραμμῶν μιᾶς γινομένων καὶ αἱ δύο ἐπιφάνειαι μία γενήσονται. οὑτωσὶ δὲ καὶ τὰ δύο σώματα ‘ὲν ἔσται σῶμα, καὶ διὰ τοῦτο ἡ παράθεσις οὐκέτι γενήσεται παράθεσις, ἀλλὰ ἕνωσις. ὅπερ ἐστὶν ἀδύνατον· ἐπὶ τινῶν <μέν> γὰρ παρατιθεμένων ἀλλήλοις σωμάτων ἕνωσις πέφυκεν, ὧς ἐπὶ τῶν ὑγρῶν, ἐπὶ τινῶν δὲ οὐκέτι· λίθος γὰρ λίθῳ καὶ ἀδάμας ἀδάμαντι κατὰ τὴν παράθεσιν οὐχ