Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 418
Not analysed yet
τὸ δὲ λεγόμενον σαφὲς ἔσται ἐπὶ παραδείγματος. ὑποκείσθω γὰρ καταληπτικὴ μὲν φαντασία ἡ “τὰ πεντήκοντα ὀλίγα ἐστίν”, ἥτις καὶ κατὰ πολύ φαίνεται κεχωρισμένη τῆς “τὰ μύρια ὀλίγα ἐστίν” ἑτέρας. οὐκοῦν ἐπεὶ πλεῖστον ἀπέχει τῆς “τὰ πεντήκοντα ὀλίγα ἐστί” καταληπτικῆς ἡ “τὰ μύρια ὀλίγα ἐστίν” ἀκατάληπτος, οὐκ ἐφέξει ὁ σπουδαῖος μεγάλης προσπιπτούσης διαφορᾶς, ἀλλὰ συγκαταθήσεται μὲν τῇ “τὰ πεντήκοντα ὀλίγα ἐστί᾿ καταληπτικῇ φαντασίᾳ, οὐ συγκαταθήσεται δὲ τῇ “τὰ μύρια ὀλίγα ἐστίν” ἀκαταλήπτῳ.