Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 419
Not analysed yet
ἀλλ’ εἰ τῇ “τὰ μύρια ὀλίγα ἐστίν” οὐ συγκαταθήσεται ὁ σοφός, παρόσον πολλῷ κεχώρισται τῆς “τὰ πεντήκοντα ὀλίγα ἐστίν”, φανερὸν δήπουθεν ὅτι συγκαταθήσεται τῇ “τὰ πεντήκοντα <ἓν> ὀλίγα ἐστίν”· οὐδὲν γάρ ἐστι μεταξὺ ταύτης καὶ τῆς “τὰ πεντήκοντα ὀλίγα ἐστίν”. ἦν δέ γε ἡ “τὰ πεντήκοντα ἓν ὀλίγα ἐστί”, καταληπτικῆς ἐσχάτως ὑποκειμένης <τῆς> “τὰ πεντήκοντα ὀλίγα ἐστί”, πρώτη ἀκατάληπτος. συγκαταθήσεται ἄρα ὁ σπουδαῖος ἀκαταλήπτῳ φαντασίᾳ τῇ “τὰ πεντήκοντα ἓν ὀλίγα ἐστίν”· καὶ εἰ ταύτῃ συγκαταθήσεται, μηδεμίαν ἐχούσῃ διαφορὰν πρὸς τὴν “τὰ πεντήκοντα ὀλίγα ἐστί”, συγκαταθήσεται καὶ τῇ “τὰ μύρια ὀλίγα ἐστίν” ἀκαταλήπτῳ.