Ancient Greek
42 to 44
Sextus Empiricus, Adversus mathematicos 42-5-44
Not analysed yet
καίτοι τινὲς τῶν φυσικῶν, ἐξ ὧν ἐστι καὶ ὁ Ἐπίκουρος (fr. 291 Us.) ,τὴν μεταβλητικὴν κίνησιν εἶδος ἔλεξαν εἶναι τῆς μεταβατικῆς· τὸ γὰρ μεταβάλλον κατὰ ποιότητα σύγκριμα πάντως κατὰ τὴν τῶν συγκεκρικότων αὐτὸ λόγῳ θεωρητῶν σωμάτων τοπικήν τε καὶ μεταβατικὴν κίνησιν μεταβάλλει. οἶον ἔνα τι ἐκ γλυκέος γένηται πικρὸν ἤ ἐκ λευκοῦ μέλαν, δεῖ τοὺς συνεστακότας αὐτὸ ὄγκους μετακοσμηθῆναι καὶ ἄλλην ἀντὶ ἄλλης τάξιν ἀναδέξασθαι· τοῦτο δ’ οὐκ ἂν ἄλλως συμβαίη, ἐὰν μὴ μεταβατικῶς κινηθῶσιν οἱ ὄγκοι. καὶ πάλιν· ἴνα τι ἐκ σκληροῦ μαλακὸν γένηται ἢ ἐκ μαλακοῦ σκληρόν, δεῖ τὰ ἐξ ὧν ἔστι μόρια κατὰ τὸν τόπον κινηθῆναι· διατάσει μὲν γὰρ αὐτῶν μαλακύνεται, συνελεύσει δὲ καὶ πυκνώσει σκληρύνεται. παρὸ ἡ μεταβλητικὴ κίνησις οὐχ ἑτέρα κατὰ γένος ἐστὶ τῆς μεταβατικῆς κινήσεως. διόπερ ἡμεῖς πρὸς ταύτην μάλιστα κομιοῦμεν τὰς ἀπορίας, ἐπείπερ αἰρομένης αὐτῆς οἰχήσεται καὶ ἡ μεταβλητικὴ κίνησις.