Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ Β'.>
Sextus Empiricus, Adversus mathematicos 41-6
Not analysed yet
μεταβατικὴ δέ ἐστι κίνησις καθ’ ἣν τόπον ἐκ τόπου μετέρχεται τὸ κινούμενον, ἤτοι ὅλον ἢ κατὰ μέρος, ὅλον μὲν ὧς ἐπὶ τῶν τροχαζόντων καὶ περιπατούντων θεωροῦμεν, κατὰ μέρος δὲ ὧς ἐπὶ τῆς ἐκτεινομένης καὶ συστελλομένης χειρὸς ἢ ἐπὶ τῶν τῆς περὶ κέντρῳ δινου- μένῃς σφαίρας μερῶν. ὅλης γὰρ αὐτῆς ἐν τῷ αὐτῷ μενούσης τόπῳ τὰ μέρη ἀμείβει τοὺς τόπους· τὸ γὰρ κάτω ὂν πρότερον ἄνω γίνεται καὶ τὸ ἄνω κάτω καὶ τὸ πρόσω ὀπίσω.