Ancient Greek
428 to 429
Sextus Empiricus, Adversus mathematicos 428-429
Not analysed yet
τοῦτο οὖν τὸ κριτήριον ἤτοι καταληπτικὴ γενήσεται φαντασία ἢ οὐ καταληπτικὴ. καὶ εἰ μὲν οὐ καταληπτική, ἀκολουθήσει καὶ πάντων ἁπαξαπλῶς <τὴν> μὴ καταληπτικὴν φαντασίαν εἶναι, ἧς ἔργον ἐστὶ τὸ καὶ τὴν καταληπτικὴν ἐξετάζειν, ὅπερ οὐ θελήσουσιν· εἰ δὲ καταληπτική, πρῶτον μὲν εὔηθες αὐτὴν γὰρ ταύτην ἐζητοῦμεν κρίνειν πότε ἐστὶ καταληπτική), δεύτερον <δέ>, εἰ πρὸς τὸ διαγνῶναι τὰς καταληπτικὰς καὶ ἀκαταλήπτους φαντασίας κριτήριον παραλαμβάνομεν τὴν καταληπτικὴν φαντασίαν, δεήσει καὶ τὸ ὅτι ἡ κρίνουσα αὐτάς τῷ ὄντι καταληπτική ἐστι φαντασία δοκιμάζεσθαι διὰ καταληπτικῆς φαντασίας, κἀκείνην πάλιν δι’ ἄλλης, καὶ τοῦτο μέχρις ἀπείρου.