Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 430
Not analysed yet
Ἀλλ’ ἴσως τις ἐρεῖ τὴν καταληπτικὴν φαντασίαν καὶ τοῦ φανταστοῦ, ὅτι κατὰ ἀλήθειαν ὑπόκειται, καὶ ἑαυτῆς, ὅτι καταληπτική ἐστι, κριτήριον ὑπάρχειν. ὅπερ οὐ διενήνοχε τοῦ φάναι κατὰ ἀναστροφὴν καὶ τὸ φανταστὸν ἑαυτοῦ καὶ τῆς φαντασίας εἶναι δοκίμιο. ν. ὧς γὰρ τῶν ἐν διαφωνίᾳ καθεστώτων ζητεῖται τίνι κρινοῦμεν τὸ ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον, οὕτω καὶ τῶν φαντασιῶν ἀσυμφώνων οὐσῶν σκεπτόμεθα τὸ τίνι κρινοῦμεν τήν τε καταληπτικὴν καὶ τὴν μὴ τοιαύτην.