Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 43-3
Not analysed yet
καθὰ γὰρ ὁ περὶ τῆς τοῦ κάμνοντος σωτηρίας ψεῦδός τι λέγων ἰατρός, καὶ ἐπαγγελλόμενός δώσειν μὴ διδοὺς δέ, ψεῦδος μέν τι λέγει, οὐ ψεύδεται δέ πρὸς γὰρ τὴν τοῦ ἐπιστατουμένου σωτηρίαν αὐτῷ τὸ τοιοῦτο λαμβάνει τὴν ἀναφορὰν), καὶ ὧς οἱ ἅριστοι τῶν στρατηγῶν πρὸς εὐθυμίαν τῶν ὑποταττομένων αὐτοῖς στρατιωτῶν πολλάκις ἐπιστολὰς ἀπὸ συμμαχίδων πόλεων πλασάμενοι ψεῦδος μέν τι λέγουσιν, οὐ ψεύδονται δὲ διὰ τὸ μὴ ἀπὸ πονηρᾶς γνώμης τοῦτο