Ancient Greek
<ΠΡΟΣ ΦΥΣΙΚΟΥΣ A'.>
Sextus Empiricus, Adversus mathematicos 437-3
Not analysed yet
ἔνεστι δὲ κἀκεῖνον τὸν λόγον παραλαμβάνειν, σθεναρῶς συνάγοντα τὸ προκείμενον. εἰ γὰρ ἔστι τι σῶμα, ἤτοι αἰσθητόν ἐστιν ἢ νοητόν. καὶ αἰσθητὸν μὲν οὐκ ἔστιν. ἀθρόα γὰρ ἦν ποιότης κατ’ ἐπισύνθεσιν σχήματος καὶ μεγέθους καὶ ἀντιτυπίας λαμβανομένη· ποιότης δὲ κατ’ ἐπισύνθεσίν τινων λαμβανομένη οὐκ ἔστιν αἰσθητή· καὶ τὸ σῶμα ἄρα, ὡς σῶμα νοούμενον, οὐκ ἔστιν αἰσθητόν. καὶ μὴν οὐδὲ νοητόν.