Ancient Greek
438 to 440
Sextus Empiricus, Adversus mathematicos 438-3-440
Not analysed yet
ἴνα γὰρ γένηται νόησις σώματος, ὀφείλει ἐν τῇ φύσει τῶν πραγμάτων ὑποκεῖσθαί τι αἰσθητόν, ἀφ’ οὗ γενήσεται ἡ τοῦ σώματος νόησις. οὐδὲν δὲ ἔστιν ἐν τῇ φύσει τῶν πραγμάτων παρὰ τὸ σῶμα καὶ <τὸ> ἀσώματον, ὧν τὸ μὲν αὐτόθεν ἐστὶ νοητόν, τὸ δὲ σῶμα οὐκ αἰσθητόν, ὡς δέδεικται ἡμῖν. μὴ ὄντος οὖν ἐν τῇ φύσει τῶν πραγμάτων αἰσθητοῦ τινὸς ἀφ’ οὗ <ἡ> νόησις ἔσται τοῦ σώματος, νοητὸν ἔσται τὸ σῶμα. εἰ δὲ μήτε αἰσθητόν ἐστι μήτε νοητόν, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι, ῥητέον μηδὲν εἷναι τὸ σῶμα. Ἀλλ’ ἐπεὶ ἐν τούτοις ὁ περὶ τῶν σωμάτων λόγος πέφηνεν ἄπορος, ἀπ’ ἄλλης ἀρχῆς πειρασόμεθα διδάσκειν, ὅτι καὶ ὁ περὶ τῶν λειπομένων ἀσωμάτων ὅμοιός ἐστι τούτῳ.