Ancient Greek
439 to 442
Sextus Empiricus, Adversus mathematicos 439-442
Not analysed yet
πλὴν τό γε κεφάλαιον, εἰ μήτε πᾶσαι αἱ φαντασίαι εἰσὶ πισταὶ μήτε πᾶσαι ἄπιστοι, μήτε τινὲς μὲν πισταὶ τινὲς δὲ ἄπιστοι, οὐκ ἂν εἴη κριτήριον τῆς ἀληθείας ἡ φαντασία. ὡ ἀκόλουθον τὸ μηδὲν εἶναι κριτήριον διὰ τὸ μήτε τὸ ὑφ’ οὗ μήτε τὸ δι’ οὗ μήτε τὸ καθ’ ὃ βεβαίαν ἔχειν τὴν γνῶσιν. Ἀλλ’ εἰώθασιν ἀνθυποφέροντες οἱ δογματικοὶ (Stoic. fr. II 118 Arn.) ζητεῖν, πῶς ποτε καὶ ὁ σκεπτικὸς τὸ μηδὲν εἶναι κριτήριον ἀποφαίνεται. ἤτοι γὰρ ἀκρίτως τοῦτο λέγει ἢ μετὰ κριτηρίου· καὶ εἰ μὲν ἀκρίτως, ἄπιστος γενήσεται, εἰ δὲ μετὰ κριτηρίου, περιτραπήσεται καὶ λέγων μηδὲν εἶναι χριτήριον ὁμολογήσει εἰς τὴν τούτου παράστασιν κριτήριον παραλαμβάνειν. πάλιν τε ἡμῶν συνερωτώντων “εἰ ἔστι κριτήριον, ἤτοι κέκριται ἢ ἄκριτόν ἐστι”, καὶ δυεῖν θάτερον συναγόντων, ἤτοι τὴν εἰς ἄπειρον ἔκπτωσιν ἢ τὸ ἀτόπως ἑαυτοῦ τι κριτήριον εἶναι λέγεσθαι, ἀντιπαρεξάγοντές φασι μὴ ἄτοπον ὑπάρχειν τὸ ἑαυτοῦ τι κριτήριον ἀπολείπειν· τὸ εὐθὺ γὰρ ἑαυτοῦ <τε> καὶ ἄλλων ἐστὶ δοκιμαστικόν, ὁ ζυγὸς τῆς τε τῶν ἄλλων ἰσότητος καὶ τῆς ἰδίας σταθμητικὸς ὑπῆρχεν, καὶ τὸ φῶς οὐ μόνον τῶν ἄλλων ἀλλὰ καὶ ἑαυτοῦ ἐκκαλυπτικὸν φαίνεται, διόπερ καὶ τὸ κριτήριον δύναται καὶ ἄλλων καὶ ἑαυτοῦ κριτήριον καθεστάναι.