Ancient Greek
<ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ>
Sextus Empiricus, Adversus mathematicos 443
Not analysed yet
ῥητέον δὲ πρὸς μὲν τὸ πρῶτον, ὅτι σκεπτικόν ἐστιν ἔθος τὸ τοῖς πεπιστευμένοις μὴ συνηγορεῖν, ἀρκεῖσθαι δ’ ἐπ’ αὐτῶν ὧς αὐτάρκει κατασκευῇ τῇ κοινῇ προλήψει, τοῖς δὲ ἀπίθεωρεῖν στοις εἶναι δοκοῦσι συναγορεύειν καὶ εἰς ἰσοσθένειαν αὐτῶν ἕκαστον ἀνάγειν τῇ περὶ τὰ παραδοχῆς ἠξιωμένα πίστει. τοίνυν καὶ ἐπὶ τοῦ παρόντος οὐκ ἀναιροῦντες τὸ κριτήριον τοὺς κατὰ τούτου χειρίζομεν λόγους, ἀλλὰ βουλόμενοι δεῖξαι ὅτι οὐ πάντως πιστόν ἐστι τὸ εἷναι κριτήριον, διδομένων εἰς τοὐναντίον καὶ τῶν ἴσων ἀφορμῶν.