Ancient Greek
44 to 45
Sextus Empiricus, Adversus mathematicos 44-45
Not analysed yet
τινὲς δὲ καὶ ὑποδείγ- μασι χρῶνται· ὡς γὰρ ὁ τὸν πατέρα τύπτων παγκρα- τιαστὴς οὐ διὰ τὴν παγκρατιαστικὴν τέχνην γίνεται πα- τροτύπτης, ἀλλὰ διὰ τὴν τῶν τρόπων μοχθηρίαν, οὕτως ὁ ῥητορικὴν ἐξασκήσας, εἶτα κατὰ πατρίδος αὐτῇ καὶ νόμων χρώμενος οὐ διὰ ῥητορικὴν τοιοῦτός ἐστιν, ἀλλὰ διὰ τὴν ἰδίαν πονηρίαν. λέληθε δέ τοὺς μέν πρώτους ὅτι ἄκοντες δεδώκασι τὴν ἀνυπαρξίαν τῆς ῥητορικῆς· μηδενὸς γὰρ εὑρισκομένου σοφοῦ σπανίως γε εὑρισκομένου δεή- σει καὶ τὴν ἐν αὐτοῖς ῥητορικὴν ἢ ἀνύπαρκτον ἢ σπάνιον εἶναι.