Ancient Greek
ΠΡΟΣ ΡΗΤΟΡΑΣ
Sextus Empiricus, Adversus mathematicos 46-2
Not analysed yet
πρὸς δὲ τοὺς δευτέρους ῥητέον ὅτι ἀνόμοιόν ἐστι |τὸ παράδειγμα τοῖς ἐν χερσὶ ζητουμένοις· ἡ μὲν γὰρ ἄθλησις οὐχ ὑποδείκνυσι τὴν πρὸς τὸ κακὸν χρῆσιν αὐ- τῆς οἷον τὴν πατροτυψίαν, ἡ δέ ῥητορικὴ τοῦθʼ ὡς προη- γούμενον ἔργον διδάσκει, οἷον πῶς ἂν τὰ μικρὰ μεγάλα ποιήσαιμεν τὰ δὲ μεγάλα μικρά, ἢ πῶς ἂν τὰ μὲν δίκαια ἄδικα φανείη τὰ δὲ ἄδικα δίκαια.