Ancient Greek
446 to 451
Sextus Empiricus, Adversus mathematicos 446-2-451
Not analysed yet
Καὶ πρὸς τὴν λειπομένην δὲ διαφορὰν τῶν ἀπεράντων λόγων, τουτέστι τὴν παρ᾿ ἔλλειψιν, ἤδη [μὲν] σχεδὸν ἀντειρήκαμεν. εἰ γὰρ ἀνεύρετός ἐστιν ὁ ἀπηρτισμένος λόγος, ὧς ἀνώτερον ὑπεδείξαμεν (§411 sqq.) ,ἄγνωστος ὀφείλει τυγχάνειν καὶ ὁ ἐλλιπής· ἀνεύρετος δέ γέ ἐστιν ὁ ἀπηρτισμένος, ὧς παρεστήσαμεν· τοίνυν καὶ ὁ ἐλλιπὴς ἄγνωστος γενήσεται. Εἰ δὲ κατὰ τοὺς Στωικοὺς τεσσάρων ὄντων τρόπων καθ’ οὓς ἀπέραντος γίγνεται λόγος, ἐδείξαμεν καθ’ ἕκαστον αὐτῶν μὴ γινωσκομένους τοὺς ἀπεράντους λόγους, ἀκολουθήσει καὶ τὸν περαίνοντα ἄγνωστον εἶναι. τούτου δὲ μὴ γινωσκομένου καὶ ὁ ἀποδεικτικὸς ἔσται λόγος τῶν ἀνευρέτων. Πρὸς τούτοις ἐπὶ παντὸς ἀληθοῦς λόγου δεῖ ἐπικεκρίσθαι τὰ λήμματα (τούτων γὰρ συγχωρουμένων δίδοται ἡ ἐπιφορὰ ἀκολούθως αὐτοῖς), ἐπὶ δέ γε τῆς ἀποδείξεως ἀνεπίκριτά ἐστι τὰ λήμματα, καθὼς παρεστήσαμεν· οὐκ ἄρα δυνήσεται ἀληθὴς εἶναι λόγος ἡ ἀπόδειξις. τὸ γὰρ συνημμένον, ὧς ἔμπροσθεν ἐδείκνυμεν (§112 sqq.) ,ὑγιὲς ἀξιοῦσι τυγχάνειν, ὅταν ἀπ’ ἀληθοῦς ἀρχόμενον <λήγῃ ἐπ’ ἀληθὲς ἢ ἀπὸ ψεύδους ἀρχόμενον> ἐπὶ ψεῦδος λήγῃ ἢ ἀπὸ ψεύδους ἐπ’ ἀληθές, καὶ καθ’ ἔνα τρόπον ψεῦδος, ὅταν ἀπ’ ἀληθοῦς ἀρχόμενον λήγῃ ἐπὶ ψεῦδος. τούτων δ’ οὕτως ἐχόντων εὑρεθήσεται ἐπὶ τῆς ἀποδείξεως ἀνεπίκριτον <τὸ συνημμένον> ὧς ἐπίπαν γὰρ ἀρχόμενον ἀπὸ τῆς προσλήψεως λήγει εἰς τὴν ἐπιφοράν, ὡς ἔχει ἐπὶ τῶν τοιούτων λόγων ‟ἓν ἔστι κίνησις, ἔστι κενόν· ἀλλὰ μὴν ἔστι κίνησις· ἔστιν ἄρα κενόν”. ἐνταῦθα γὰρ τὸ συνημμένον ἄρχεταί τε ἀπὸ τῆς προσλήψεως τῆς ‘‘ἔστι κίνησις”, καὶ λήγει εἰς τὴν ἐπιφορὰν τὴν ‟ἔστι κενόν.” ἤτοι οὖν πρόδηλόν ἐστι πρᾶγμα ἡ ἐπιφορὰ καὶ γινωσκόμενον ἡμῖν ἢ ἄδηλον καὶ ἄγνωστον. καὶ εἰ μὲν πρόδηλον καὶ γνωστόν, οὐκέτι ἀποδεικτικὸς γίνεται ὁ λόγος, ἐκ πάντων προδήλων συνεστώς, τοῦτο μὲν τῶν λημμάτων, τοῦτο δὲ τῆς ἐπιφορᾶς. εἰ δὲ ἄδηλον, ἐξ ἀνάγκης ἀνεπίκριτον γίνεται τὸ συνημμένον.