Ancient Greek
452 to 455
Sextus Empiricus, Adversus mathematicos 452-455
Not analysed yet
τὸ μὲν γὰρ ἀπὸ τίνος ἄρχεται γνώριμόν ἐστιν ἡμῖν (πρόδηλον γάρ), τὸ δὲ εἰς τί λήγει ἀγνοεῖται διὰ τὴν ἀδηλότητα. μὴ ἐπιστάμενοι δέ, πότερον ἀληθὲς ἢ ψεῦδός ἐστι τὸ τοιοῦτον, οὐδ’ ἐπικρίνειν δυνησόμεθα τὸ συνημμένον. ἀνεπικρίτου δὲ ὄντος αὐτοῦ καὶ ὁ λόγος γίνεται μοχθηρός. Ἔτι τῶν πρός τί ἐιστιν ἡ ἀπόδειξις, τὰ δὲ πρός τι ἐπινοεῖται μόνον, οὐκέτι δὲ καὶ ὑπάρχει· τοίνυν καὶ ἡ ἀπόδειξις ἐν ἐπινοίᾳ μόνον ἐστὶ καὶ οὐκ ἐν ὑπάρξει. καὶ ὅτι τῷ ὄντι ἐπινοίᾳ μόνον σῴζεται τὰ πρός τί πως ἔχοντα, ὕπαρξις δὲ οὐκ ἔστιν αὐτοῖς, πάρεστι διδάσκειν ἐκ τῆς τῶν δογματικῶν ἀνθομολογήσεως. ὑπογράφοντες γὰρ τὸ πρός τι συμφώνως φασί (Stoic. fr. II 404 Arn.) · )· ‟πρός τὸ πρὸς ἑτέρῳ νοούμενον”. εἰ δέ γε ὑπάρξεως μετεῖχεν, οὐκ ἂν οὕτως αὐτὸ ἀπεδίδοσαν, ἀλλ’ ἐκείνως μᾶλλον ‟πρός τί ἐστι τὸ πρὸς ἑτέρῳ ὑπάρχον”. οὐκ ἄρα ὑπόκειταί τι ἐν τοῖς οὖσι τῶν πρός τι. καὶ ἄλλως, πᾶν τὸ ὑπάρχον οὐ δύναται ἀλλαγήν τινα καὶ ἑτεροίωσιν ἀναδέξασθαι χωρὶς πάθους, οἷον τὸ λευκὸν χρῶμα οὐ δύναται μέλαν γενέσθαι μὴ τραπὲν καὶ μεταβαλόν, καὶ τὸ μέλαν οὐ δύναται εἰς ἕτερον μεταβαλεῖν χρῶμα μένον μέλαν, καὶ ὡσαύτως τὸ γλυκὺ οὐκ ἂν γένοιτο πικρὸν ἀπαθὲς καὶ ἀνετεροίωτον ὑποκείμενον.